Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.258 Joseph. BJ 4.265 (English) >>Joseph. BJ 4.272

4.262ὁρμητήριον γοῦν αὐτοῖς τοῦτο καὶ καταφυγὴ ταμιεῖόν τε τῶν ἐφʼ ἡμᾶς παρασκευῶν γέγονεν, δʼ ὑπὸ τῆς οἰκουμένης προσκυνούμενος χῶρος καὶ τοῖς ἀπὸ περάτων γῆς ἀλλοφύλοις ἀκοῇ τετιμημένος παρὰ τῶν γενηθέντων ἐνθάδε θηρίων καταπατεῖται· 4.263νεανιεύονταί τε ἐν ταῖς ἀπογνώσεσιν ἤδη δήμους τε δήμοις καὶ πόλεσι

-- --

πόλεις συγκρούειν καὶ κατὰ τῶν σπλάγχνων τῶν ἰδίων τὸ ἔθνος στρατολογεῖν. 4.264ἀνθʼ ὧν τὸ μὲν κάλλιστον καὶ πρέπον, ὡς ἔφην, ὑμῖν συνεξαιρεῖν τοὺς ἀλιτηρίους καὶ ὑπὲρ αὐτῆς τῆς ἀπάτης ἀμυνομένους, ὅτι συμμάχους ἐτόλμησαν καλεῖν οὓς ἔδει τιμωροὺς δεδιέναι· 4.265εἰ δὲ αἰδεῖσθε τὰς τῶν τοιούτων ἐπικλήσεις, ἀλλά τοι πάρεστι θεμένοις τὰ ὅπλα καὶ παρελθοῦσιν εἰς τὴν πόλιν σχήματι συγγενῶν ἀναλαβεῖν τὸ μέσον συμμάχων τε καὶ πολεμίων ὄνομα δικαστὰς γενομένους. 4.266καίτοι λογίσασθε, πόσον κερδήσουσιν ἐφʼ ὁμολογουμένοις καὶ τηλικούτοις κρινόμενοι παρʼ ὑμῖν οἱ τοῖς ἀκαταιτιάτοις μηδὲ λόγου μεταδόντες· λαμβανέτωσαν δʼ οὖν ταύτην ἐκ τῆς ὑμετέρας ἀφίξεως τὴν χάριν. 4.267εἰ δʼ οὔτε συναγανακτεῖν ἡμῖν οὔτε κρίνεσθαι δεῖ, τρίτον ἐστὶ καταλιπεῖν ἑκατέρους καὶ μήτε ταῖς ἡμετέραις ἐπιβαίνειν συμφοραῖς μήτε τοῖς ἐπιβούλοις τῆς μητροπόλεως συνέρχεσθαι. 4.268εἰ γὰρ καὶ τὰ μάλιστα Ῥωμαίοις ὑποπτεύετε διειλέχθαι τινάς, παρατηρεῖν ἔξεστι τὰς ἐφόδους, κἄν τι τῶν διαβεβλημένων ἔργῳ διακαλύπτηται, τότε φρουρεῖν τὴν μητρόπολιν ἐλθόντας κολάζειν τε τοὺς αἰτίους πεφωραμένους· οὐ γὰρ ἂν ὑμᾶς φθάσειαν οἱ πολέμιοι τῇ πόλει προσῳκημένους.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.258 Joseph. BJ 4.265 (English) >>Joseph. BJ 4.272

Powered by PhiloLogic